Ancient Greek
Section 101
Philo Judaeus, De Posteritate Caini 101
Not analysed yet
Μωυσῆς δὲ οὔτ’ εἰς δεξιὰ οὔτ’ εἰς ἀριστερὰ οὐδ’ ὅλως εἰς μέρη τοῦ γηίνου Ἐδὼμ ἀποκλίνειν οἴεται δεῖν, τῇ δὲ μέσῃ ὁδῷ παρέρχεσθαι, ἣν κυριώτατα καλεῖ βασιλικήν (Num. 20,17). ἐπειδὴ γὰρ πρῶτος καὶ μόνος τῶν ὅλων βασιλεὺς ὁ θεός ἐστι, καὶ ἡ πρὸς αὐτὸν ἄγουσα ὁδὸς ἅτε βασιλέως οὖσα εἰκότως ὠνόμασται βασιλική. ταύτην δ’ ἡγοῦ φιλοσοφίαν, οὐχ ἣν μέτεισιν ὁ νῦν ἀνθρώπων σοφιστικὸς ὅμιλος —λόγων γὰρ οὗτοι τέχνας μελετήσαντες κατὰ τῆς ἀληθείας τὴν πανουργίαν σοφίαν ἐκάλεσαν ἔργῳ μοχθηρῷ θεῖον ἐπιφημίσαντες ὄνομα —,ἀλλ’ ἣν ὁ ἀρχαῖος ἀσκητῶν θίασος διήθλει, τὰς τιθασοὺς τῆς ἡδονῆς γοητείας ἀποστρεφόμενος, ἀστείως καὶ αὐστηρῶς χρώμενος τῇ τοῦ καλοῦ μελέτῃ.