Ancient Greek
Section 104
Philo Judaeus, De Posteritate Caini 104
Not analysed yet
[καὶ] καθάπερ γὰρ τὸ οὖς ἡμῶν κύκλους ἐν κύκλοις, ἐλάττους ἐν μείζοσι, γράφουσα σφαιρικὸν ἐτόρνευε τοῦ τὴν προσιοῦσαν φωνὴν μὴ χεομένην ἔξω σκεδάννυσθαι, εἴσω δ’ ὑπὸ τῶν κύκλων συναγομένην καὶ σφιγγομένην οἷα διαχεομένην τὴν ἀκοὴν εἰς τὰς τοῦ ἡγεμονικοῦ δεξαμενὰς ἐπαντλεῖσθαι —καὶ τοῦτ’ εὐθὺς ἦν παράδειγμα θεάτρων τῶν κατὰ πόλεις εὐδαίμονας· πρὸς γὰρ τὸ ὤτων σχῆμα ἄκρως ἡ θεάτρων κατασκευὴ μεμίμηται —,οὕτως καὶ τὴν τραχεῖαν ἀρτηρίαν ἡ τὰ ζῷα φύσις διαπλάσασα ὥσπερ μουσικὸν κανόνα τείνασα τὰ ἐναρμόνια καὶ χρωματικὰ καὶ διατονικὰ γένη συνυφαίνουσα κατὰ τὰς τῶν συνημμένων καὶ διεζευγμένων μελῳδιῶν παμπληθεῖς ποικιλίας παντὸς ὀργάνου μουσικοῦ παράδειγμα ἱδρύετο.