Ancient Greek
Section 132
Philo Judaeus, De Posteritate Caini 132
Not analysed yet
ὥσπερ ὀϊστοὺς ἀφίησι. Ῥεβέκκα δ’ οὐκέτι προκοπαῖς ἀλλὰ τελειότητι ποτίζουσα τὸν μαθητὴν εὑρίσκεται. πῶς δέ, αὐτὸς διδάξει ὁ νόμος. „ἡ γὰρ παρθένος“ φησίν „ἦν καλὴ τῇ ὄψει σφόδρα, παρθένος ἦν, ἀνὴρ οὐκ ἔγνω αὐτήν. καταβᾶσα δὲ ἐπὶ τὴν πηγὴν ἔπλησε τὴν ὑδρίαν καὶ ἀνέβη. προσέδραμε δὲ ὁ παῖς εἰς συνάντησιν αὐτῇ καὶ εἶπε· πότισόν με δὴ μικρὸν ὕδωρ ἐκ τῆς ὑδρίας σου. ἡ δὲ εἶπε· πίε, κύριε. καὶ σπεύσασα καθεῖλε τὴν ὑδρίαν ἐπὶ τὸν βραχίονα αὐτῆς καὶ ἐπότισεν αὐτόν, ἕως ἐπαύσατο πίνων· καὶ εἶπε· καὶ ταῖς καμήλοις σου ὑδρεύσομαι, ἕως ἂν πᾶσαι πίωσι. καὶ σπεύσασα ἐξεκένωσε τὴν ὑδρίαν εἰς τὸ ποτιστήριον, καὶ δραμοῦσα ἐπὶ τὸ φρέαρ ὑδρεύσατο ταῖς καμήλοις“ (Gen. 24,16 —20).