Ancient Greek · ~2 min
Section 145
Philo Judaeus, De Posteritate Caini 145
Not analysed yet
διὸ τὰς πρώτας αἰεὶ χάριτας, πρὶν κορεσθέντας ἐξυβρίσαι τοὺς λαχόντας, ἐπισχὼν καὶ ταμιευσάμενος εἰσαῦθις ἑτέρας ἀντ’ ἐκείνων καὶ τρίτας ἀντὶ τῶν δευτέρων καὶ αἰεὶ νέας ἀντὶ παλαιοτέρων, τοτὲ μὲν διαφερούσας, τοτὲ δ’ αὖ καὶ τὰς αὐτὰς ἐπιδίδωσι. τὸ γὰρ γενητὸν οὐδέποτε μὲν ἀμοιρεῖ τῶν τοῦ θεοῦ χαρίτων —ἐπεὶ πάντως ἂν διέφθαρτο —,φέρειν δὲ τὴν πολλὴν καὶ ἄφθονον αὐτῶν ῥύμην ἀδυνατεῖ. διὸ βουλόμενος ὄνησιν ἡμᾶς ἔχειν ὧν ἐπιδίδωσι πρὸς τὴν τῶν λαμβανόντων