Ancient Greek
Section 163
Philo Judaeus, De Posteritate Caini 163
Not analysed yet
διὸ καὶ τὸν καταλεσθέντα μόσχον ἐπὶ τὸ ὕδωρ λόγος κατέχει σπαρῆναι, τοῦ μηδὲν γνήσιον ἀγαθοῦ φυτὸν ἐν ὕλῃ φθαρτῇ ποτε δύνασθαι βλαστάνειν σύμβολον. ὡς γὰρ εἰς ποταμοῦ ῥεῦμα ἢ θαλάττης καταβληθὲν σπέρμα τὰς ἰδίους οὐκ ἂν ἐπιδείξαιτο δυνάμεις —ἀμήχανον γάρ, εἰ μὴ ῥίζαις ὥσπερ ἀγκύραις ἐχυροῦ τινος γῆς μέρους ἅπαξ λαβόμενον ἱδρυθείη, ἢ ἔρνος ἀναβλαστῆσαι, καὶ εἰ μὴ περιμηκέστατον, ἀλλά τοι χαμαίζηλον, ἢ καρποὺς καθ’ ὥρας τὰς ἐτησίους ἐνεγκεῖν· φθάνει γὰρ τοὺς σπερματικοὺς ἅπαντας τόνους ἡ τοῦ ὕδατος πολλὴ καὶ βίαιος ἀποκλύσασα φορά —,τὸν αὐτὸν τρόπον ὅσα τοῦ τῆς ψυχῆς ἀγγείου λέγεταί τε καὶ ᾄδεται πλεονεκτήματα πρὶν ὑποστῆναι φθείρεται τῆς σωματικῆς οὐσίας αἰεὶ ῥεούσης.