Ancient Greek
Section 169
Philo Judaeus, De Posteritate Caini 169
Not analysed yet
οὐδὲ γὰρ Μωυσῇ τῷ πανσόφῳ κατένευσεν ὁ θεὸς τοῦτό γε, καίτοι γε μυρίας ποιησαμένῳ δεήσεις, ἀλλὰ χρησμὸς ἐξέπεσεν αὐτῷ, ὅτι „τὰ μὲν ὀπίσω θεάσῃ, τὸ δὲ πρόσωπον οὐκ ὄψει“ (Exod. 33,23)· τοῦτο δ’ ἦν· πάνθ’ ὅσα μετὰ τὸν θεὸν τῷ σπουδαίῳ καταληπτά, αὐτὸς δὲ μόνος ἀκατάληπτος· ἀκατάληπτός γε ἐκ τῆς ἀντικρὺς καὶ κατ’ εὐθυωρίαν προσβολῆς —διὰ γὰρ ταύτης οἷος ἦν ἐμηνύετ’ ἄν —,ἐκ δὲ τῶν ἑπομένων καὶ ἀκολούθων δυνάμεων καταληπτόσ· αὗται γὰρ οὐ τὴν οὐσίαν, τὴν δ’ ὕπαρξιν ἐκ τῶν ἀποτελουμένων αὐτῷ παριστᾶσι.