Ancient Greek
Section 172
Philo Judaeus, De Posteritate Caini 172
Not analysed yet
πληθὺν ἕκαστον. τὸν δὲ Σὴθ σπέρμα ἕτερον εἰπὼν ἀναβλαστῆσαι, ὁποτέρου ἕτερον οὐ δεδήλωκε. ἆρά γε τοῦ δολοφονηθέντος Ἄβελ ἢ τοῦ κτείναντος Κάιν; ἀλλὰ μήποτε ἑκατέρου διαφέρει τὸ γέννημα, τοῦ μὲν Κάιν ὡς ἐχθρόν —δίψα γὰρ ἀρετῆς αὐτομολούσῃ κακίᾳ πολεμιώτατον —,τοῦ δὲ Ἄβελ ὡς φίλον καὶ συγγενές· ἕτερον γάρ, οὐ μὴν ἀλλότριον, τὸ ἄρτι ἀρχόμενον τοῦ τελείου καὶ τὸ πρὸς γένεσιν τοῦ πρὸς τὸ ἀγένητον.