Ancient Greek
Section 54
Philo Judaeus, De Posteritate Caini 54
Not analysed yet
γίνεσθαι. τοσοῦτον δ’ ἄρα τῆς ἀσεβείας ἐπιβεβήκασιν, ὥστ’ οὐ μόνον δι’ ἑαυτῶν ἐγείρειν τὰς τοιαύτας πόλεις ἀξιοῦσιν, ἀλλὰ καὶ τὴν φιλάρετον πληθὺν Ἰσραὴλ ἀναγκάζουσιν ἐπιστάτας καὶ διδασκάλους κακῶν ἔργων ἐπ’ αὐτοῖς χειροτονήσαντες. λέγεται γὰρ ὅτι κακωθέντες ὑπὸ τῶν ἐπιστατῶν τῷ βασιλεῖ τῆς χώρας |τρεῖς πόλεις οἰκοδομοῦσι, Πειθώ, Ῥαμεσσή, Ὤν, ἥ ἐστιν Ἡλίου πόλις (Exod. 1, 11).