Ancient Greek · ~1 min
Section 56
Philo Judaeus, De Posteritate Caini 56
Not analysed yet
Ῥαμεσσὴ δὲ ἡ αἴσθησις ***καθάπερ γὰρ ὑπὸ σητὸς ὑφ’ ἑκάστης τῶν αἰσθήσεων νοῦς ἐκβιβρώσκεται καὶ διεσθίεται, σειόμενος καὶ σπαραττόμενος· αἱ γὰρ ἐπεισιοῦσαι μὴ καθ’ ἡδονὴν φαντασίαι λυπηρὸν καὶ ἐπίπονον ἀποτίκτουσι τὸν βίον.