Ancient Greek · ~1 min
Section 85
Philo Judaeus, De Posteritate Caini 85
Not analysed yet
καὶ τριχῇ γε αὐτὸ διαιρεῖ φυσικώτατα· „ἐν γὰρ τῷ στόματί σου“ φησίν „ἐστὶ καὶ ἐν τῇ καρδίᾳ καὶ ἐν ταῖς χερσί“ (Deut. 30,11 —14), τοῦτο δὴ ἐν λόγοις, ἐν βουλαῖς, ἐν πράξεσι· μέρη γὰρ τοῦ ἀγαθοῦ ταῦτα, ἐξ ὧν πέφυκε πήγνυσθαι, ὡς ἥ γε ἑνὸς ἔνδεια οὐκ ἀτελὲς μόνον ἀπεργάζεται τὸ πᾶν, ἀλλὰ καὶ συνόλως ἀναιρεῖ.