Ancient Greek
Section 94
Philo Judaeus, De Posteritate Caini 94
Not analysed yet
τὰ ἐνσημανθέντα πρότερον. αἰεὶ γὰρ ἐπιτεθειμέναι δεύτεραι σφραγῖδες τοὺς τῶν προτέρων τύπους διαφθείρουσιν. ὁ δέ γε νόμος τοσοῦτον δεῖ κακὰ ἀγαθῶν ἐπιτρέπειν ἀντικαταλλάττεσθαι, ὥστ’ οὐδὲ καλὰ πονηρῶν ἐᾷ, πονηρὰ οὐ τὰ φαῦλα παραλαμβάνων —ἐπεὶ τοῦτό γε εὔηθες μὴ προΐεσθαι τὰ κακὰ ὑπὲρ κτήσεως τῶν ἀμεινόνων —,ἀλλὰ τὰ καματηρὰ καὶ ἐπίπονα, ἅπερ Ἀττικοὶ τὴν πρώτην ὀξυτονοῦντες συλλαβὴν καλοῦσι πόνηρα.