Ancient Greek · ~1 min
Section 120
Philo Judaeus, De praemiis et poenis et De exsecrationibus 120
Not analysed yet
ἐδικαίωσε γὰρ ὁ θεὸς γέρας τῷ σπουδαίῳ παρασχεῖν εὖ συνῳκοδομημένην καὶ συνηρμοσμένην ἐκ θεμελίων ἄχρι στέγους οἰκίαν —οἰκία δὲ ψυχῆς συμφυεστάτη σῶμα —διά τε πολλὰ τῶν εἰς τὸν βίον ἀναγκαίων καὶ χρησίμων καὶ μάλιστα διὰ τόνδε τὸν καθάρσεσι τελείαις νοῦν καθαρθέντα·