Ancient Greek · ~2 min
Section 27
Philo Judaeus, De praemiis et poenis et De exsecrationibus 27
Not analysed yet
ὁὁ μὲν οὖν ἡγεμὼν τῆς θεοφιλοῦς δόξης, ὁὁ πρῶτος ἐκ τύφου μεθορμισάμενος πρὸς ἀλήθειαν, διδακτικῇ χρησάμενος ἀρετῇ πρὸς τελείωσιν, ἆθλον αἴρεται τὴν πρὸς θεὸν πίστιν· τῷ δὲ κατ’ εὐμοιρίαν φύσεως αὐτήκοον καὶ αὐτομαθῆ καὶ αὐτοδίδακτον κτησαμένῳ τὴν ἀρετὴν βραβεῖον ἀναδίδοται χαρά· τοῦ δ’ ἀσκητοῦ καὶ πόνοις ἀτρύτοις καὶ ἀκαμπέσι περιποιησαμένου τὸ καλὸν ὁ στέφανός ἐστιν ὅρασις θεοῦ. τοῦ δὲ πιστεύειν θεῷ καὶ διὰ παντὸς τοῦ βίου χαίρειν καὶ ὁρᾶν ἀεὶ τὸ ὂν τί ἂν ὠφελιμώτερον ἢ σεμνότερον ἐπινοήσειέ τις;