Ancient Greek · ~2 min
Section 44
Philo Judaeus, De praemiis et poenis et De exsecrationibus 44
Not analysed yet
τούτων ἐστὶν ὁ Χαλδαϊστὶ μὲν προσαγορευόμενος Ἰσραήλ, Ἑλληνιστὶ δὲ ὁρῶν θεόν, οὐχ οἷός ἐστιν ὁ θεός —τοῦτο γὰρ ἀμήχανον, ὡς ἔφην —,ἀλλ’ ὅτι ἔστιν, οὐ παρ’ ἑτέρου τινὸς μαθών, οὐχὶ τῶν κατὰ γῆν, οὐχὶ τῶν κατ’ οὐρανόν, οὐχὶ τῶν ὅσα στοιχεῖα ἢ συγκρίματα θνητά τε αὖ καὶ ἀθάνατα, ἀλλὰ παρ’ αὐτοῦ μόνου μετακληθεὶς τὴν ἰδίαν ὕπαρξιν ἀναφῆναι θελήσαντος ἱκέτῃ.