Ancient Greek · ~2 min
Section 52
Philo Judaeus, De praemiis et poenis et De exsecrationibus 52
Not analysed yet
Ἑνὸς ἔτι μνησθεὶς ἀνδρός, στοχαζόμενος τοῦ μὴ μακρηγορεῖν, ἐπὶ τὰ ἀκόλουθα τῶν λόγων τρέψομαι. ὁ δ’ ἀνὴρ οὗτος τοὺς ἱεροὺς ἀγῶνας ἑξῆς στεφανωθεὶς ἐκηρύχθη· λέγω δὲ ἱεροὺς οὐ τοὺς παρὰ πολλοῖς νομιζομένους —ἀνίεροι γὰρ οὗτοί γε βίαις καὶ ὕβρεσι καὶ ἀδικίαις ἀντὶ τῶν ἀνωτάτω τιμωριῶν γέρα καὶ τιμὰς προτείνοντες —,ἀλλ’ οὓς ἡ ψυχὴ πέφυκε διαθλεῖν, φρονήσει μὲν ἠλιθιότητα καὶ πανουργίαν ἐλαύνουσα, σωφροσύνῃ δὲ ἀσωτίαν καὶ φειδωλίαν, ἀνδρείᾳ δὲ θρασύτητα καὶ δειλίαν, καὶ ταῖς ἄλλαις ἀρεταῖς τὰς ἀντιθέτους κακίας, αἳ μήθ’ ἑαυταῖς μήτε ἄλλαις συμφέρουσιν.