Ancient Greek · ~2 min
Section 55
Philo Judaeus, De praemiis et poenis et De exsecrationibus 55
Not analysed yet
ὁ δ’ αὐτὸς γίνεται καὶ νομοθέτης· δεῖ γὰρ τὸν βασιλέα προστάττειν καὶ ἀπαγορεύειν· νόμος δὲ οὐδέν ἐστιν ἕτερον ἢ λόγος προστάττων ἃ χρὴ καὶ ἀπαγορεύων ἃ μὴ χρή. ἐπεὶ δ’ ἄδηλον τὸ ἐν ἑκατέρῳ συμφέρον —ἀγνοίᾳ γὰρ πολλάκις κελεύομεν ἃ μὴ δεῖ καὶ ἀπαγορεύομεν ἃ δεῖ πράττειν —,οἰκεῖον ἦν τρίτον λαβεῖν, προφητείαν, εἰς τὸ ἄπταιστον· ἑρμηνεὺς γάρ ἐστιν ὁ προφήτης ἔνδοθεν ὑπηχοῦντος τὰ λεκτέα τοῦ θεοῦ, παρὰ θεῷ δ’ οὐδὲν ὑπαίτιον.