Ancient Greek · ~1 min
Section 77
Philo Judaeus, De praemiis et poenis et De exsecrationibus 77
Not analysed yet
ἐφ’ οἷς ὁ τοῦ ἔθνους ἐπιμελητὴς καὶ προστάτης ἠγανάκτει. καὶ τὸ μὲν πρῶτον ἤθει βαρυτέρῳ χρώμενος χωρὶς ὀργῆς —ἦν γὰρ καὶ τὴν φύσιν ἀόργητος —λόγοις ἀναδιδάσκειν ἐπειρᾶτο μεταβάλλεσθαι καὶ τοὺς ταχθέντας ὅρους μὴ ὑπερβαίνειν μηδὲ νεωτερίζειν εἰς τὰ ἅγια καὶ καθωσιωμένα, ὧν αἱ τοῦ ἔθνους ἐλπίδες ἐκκρέμανται.