Ancient Greek
Section 12
Philo Judaeus, De sacrificiis Abelis et Caini 12
Not analysed yet
ἀλλὰ γὰρ οὐ τὰ εἰκότα καὶ πιθανὰ Μωυσῆς ἀσπάζεται, τὴν δὲ ἀλήθειαν ἀκραιφνῆ μεταδιώκει· καὶ ὅταν γε μόνος ἰδίᾳ τῷ θεῷ προσέρχηται, μετὰ παρρησίας φησὶ μὴ εἶναι εὔλογος —ἴσον τῷ μὴ τῶν εὐλόγων καὶ πιθανῶν ἐφίεσθαι —,πεπονθέναι δὲ τοῦτο πρὸ τῆς ἐχθὲς καὶ τρίτης, ἀφ’ οὗ τὸν θεὸν ἄρξασθαι διαλέγεσθαι ὡς θεράποντι αὐτῷ (Exod. 4, 10).