Ancient Greek
Section 122
Philo Judaeus, De sacrificiis Abelis et Caini 122
Not analysed yet
οὕτως γὰρ καὶ Σόδομα φθείρεται, μηδενὸς οἷα ἐπὶ πλάστιγγος ἀμυθήτῳ πλήθει κακῶν ἀντιρρέψαι δυνηθέντος ἀγαθοῦ· ὡς εἴ γε ὁ πεντηκοστὸς λόγος εὑρέθη, καθ’ ὃν ἄφεσις ψυχῇ δουλείας καὶ παντελὴς ἐλευθερία προκηρύττεται (Lev. 25, 10), ἤ τις τῶν μετ’ αὐτὸν ἀριθμῶν, οὓς ὁ σοφὸς Ἀβραὰμ καταλέγεται μέχρι τῆς κατὰ παιδείαν ὁρίζων δεκάδος τὴν ὕφεσιν, οὐκ ἂν οὕτως ἀκλεῶς ὁ νοῦς ἐφθάρη (Gen. 18, 24 sqq.) .