Ancient Greek
Section 131
Philo Judaeus, De sacrificiis Abelis et Caini 131
Not analysed yet
τὰς αὐτὰς πράξεις ἐργασάμενοι. ᾄδεται δέ τις καὶ τοιοῦτος ἐν ἀπορρήτοις λόγος, ὃν ἀκοαῖς πρεσβυτέρων παρακατατίθεσθαι χρὴ νεωτέρων ὦτα ἐπιφράξαντας. τῶν γὰρ περὶ τὸν θεὸν δυνάμεων ἀρίστων πασῶν μία οὖσα ταῖς ἄλλαις ἰσότιμος ἡ νομοθετικὴ —νομοθέτης γὰρ καὶ "πηγὴ νόμων αὐτός, ἀφ’ οὗ πάντες οἱ κατὰ μέρος νομοθέται —διχῆ πέφυκε τέμνεσθαι, τῇ μὲν εἰς εὐεργεσίαν κατορθούντων, τῇ δὲ εἰς κόλασιν ἁμαρτανόντων.