Ancient Greek · ~1 min
Section 15
Philo Judaeus, De sacrificiis Abelis et Caini 15
Not analysed yet
γενομένῳ γὰρ τῷ ζῴῳ συμβέβηκεν εὐθὺς ἔτ’ ἐκ σπαργάνων, ἄχρις ἂν ἡ νεωτεροποιὸς ἀκμῆς ἡλικία τὸν ζέοντα φλογμὸν τῶν παθῶν σβέσῃ, συντρόφους ἔχειν ἀφροσύνην ἀκολασίαν ἀδικίαν φόβον δειλίαν, τὰς ἄλλας συγγενεῖς κῆρας, ὧν ἑκάστην ἀνατρέφουσι καὶ συναύξουσι τιτθαὶ καὶ παιδαγωγοὶ καὶ ἐθῶν καὶ νομίμων εὐσέβειαν μὲν ἐλαυνόντων δεισιδαιμονίαν δὲ πρᾶγμα ἀδελφὸν ἀσεβείᾳ κατασκευαζόντων εἰσηγήσεις καὶ θέσεις.