Ancient Greek · ~2 min
Section 22
Philo Judaeus, De sacrificiis Abelis et Caini 22
Not analysed yet
συνομαρτοῦσι δὲ αὐτῇ τῶν συνηθεστάτων πανουργία προπέτεια ἀπιστία κολακεία φενακισμὸς ἀπάτη ψευδολογία ψευδορκία ἀσέβεια ἀδικία ἀκολασία, ὧν ἐν μέσῳ καθάπερ ἡγεμὼν χοροῦ στᾶσά φησι πρὸς τὸν νοῦν τάδε· „εἰσίν, ὦ οὗτος, θησαυροὶ πάντων ἀγαθῶν ὅσα ἀνθρώπεια παρ’ ἐμοί —τὰ γὰρ θεῖα ἐν οὐρανῷ —,ὧν ἐκτὸς οὐδὲν εὑρήσεις· τούτους, ἢν ἐθέλῃς μοι συνοικεῖν, τοὺς θησαυροὺς ἀναπετάσασα χρῆσιν καὶ ἀπόλαυσιν τῶν ἐνόντων ἀφθονωτάτην εἰσαεὶ παρέξω.