Ancient Greek · ~2 min
Section 35
Philo Judaeus, De sacrificiis Abelis et Caini 35
Not analysed yet
τὸ δὲ δοκοῦν τῶν παρ’ ἐμοὶ μάλιστα δυσκολίαν ἔχειν καὶ χαλεπότητα οὐδὲν ὑποστειλαμένη μετὰ παρρησίας λέξω· καὶ γὰρ τοῦτό που φαντασίᾳ μὲν κατὰ τὴν πρόχειρον ἔντευξιν ἀργαλέον εἶναι δοκεῖ, μελέτῃ δὲ ἥδιστον καὶ ἐξ ἐπιλογισμοῦ συμφέρον. ἔστι δὲ ὁ ῥᾳστώνης ἐχθρὸς πόνος, πρῶτον καὶ μέγιστον ἀγαθόν, προσφερόμενος τὸν ἀκήρυκτον πρὸς ἡδονὴν πόλεμον· ἀρχὴν γάρ, εἰ δεῖ τἀληθὲς εἰπεῖν, παντὸς ἀγαθοῦ καὶ ἀρετῆς ἁπάσης ὁ θεὸς ἀνέδειξεν ἀνθρώποις πόνον, οὗ χωρὶς τῶν καλῶν παρὰ τῷ θνητῷ γένει συνιστάμενον οὐδὲν εὑρήσεις.