Ancient Greek
Section 58
Philo Judaeus, De sacrificiis Abelis et Caini 58
Not analysed yet
ἐὰν οὖν λήθην καὶ ἀχαριστίαν καὶ φιλαυτίαν καὶ τὴν γεννητικὴν τούτων κακίαν ἀνέλωμεν οἴησιν, οὐκέτι διαμέλλοντες ὑστεριοῦμεν γνησίου θεραπείας, ἀλλ’ ὑπερτροχάζοντες καὶ ὑπερπηδῶντες τὰ ἐν γενέσει, πρὶν ἀσπάσασθαί τι τῶν θνητῶν, ἐντευξόμεθα τῷ δεσπότῃ παρεσκευακότες ἑτοίμους τὰ κελευόμενα ποιεῖν ἑαυτούς.