Ancient Greek · ~2 min
Section 65
Philo Judaeus, De sacrificiis Abelis et Caini 65
Not analysed yet
ὧν ἐζήτησαν ἔλαβον. πρώτη δὲ τῶν εἰσαγομένων ἀρετὴ τὸ διδάσκαλον ὡς ἔνεστι τέλειον ἀτελεῖς μιμεῖσθαι γλίχεσθαι. ὁ δὲ διδάσκαλος φθάνει καὶ τὸν χρόνον οὐδ’ ὅτε τὸ πᾶν ἐγέννα συνεργήσαντα, ἐπειδὴ καὶ αὐτὸς γινομένῳ τῷ κόσμῳ συνυφίστατο· ὁ γὰρ θεὸς λέγων ἅμα ἐποίει, μηδὲν μεταξὺ ἀμφοῖν τιθείς· εἰ δὲ χρὴ δόγμα κινεῖν ἀληθέστερον, ὁ λόγος ἔργον ἦν αὐτοῦ. λόγου δὲ ὀξυκινητότερον οὐδὲν καὶ παρὰ τῷ θνητῷ γένει, παραμείβεται γὰρ ἡ ῥύμη τῶν ὀνομάτων καὶ ῥημάτων τὴν ἐπ’ αὐτοῖς φθάνουσα κατάληψιν.