Ancient Greek · ~1 min
Section 75
Philo Judaeus, De sacrificiis Abelis et Caini 75
Not analysed yet
πολλὰς γὰρ δυνάμεις αἰσθητικάς τε καὶ λογικὰς καὶ νοητὰς ἐν ἡμῖν αὐτοῖς ἡ φύσις δημιουργήσασα καὶ πρός τι τῶν οἰκείων ἑκάστην τείνασα ἔργων καὶ πάλιν πάσας ἁρμοσαμένη δι’ ἀναλογίας κοινωνίᾳ καὶ συμφωνίᾳ τῇ πρὸς ἀλλήλας ὀρθότατα ἂν καὶ ἐφ’ ἑκάστῃ καὶ ἐφ’ ἁπάσαις εὐδαιμονίζοιτο.