Ancient Greek · ~2 min
Section 9
Philo Judaeus, De sacrificiis Abelis et Caini 9
Not analysed yet
οὐ μὴν οὐδέ, ὅτε τοῖς περιγείοις χρήσας αὐτὸν εἴασεν ἐνομιλεῖν, ἄρχοντος ἢ βασιλέως κοινήν τινα ἀρετὴν ἀνῆπτεν αὐτῷ, καθ’ ἣν ἀνὰ κράτος ἡγεμονεύσει τῶν τῆς ψυχῆς παθῶν, ἀλλ’ εἰς θεὸν αὐτὸν ἐχειροτόνει πᾶσαν τὴν περὶ τὸ σῶμα χώραν καὶ τὸν ἡγεμόνα αὐτῆς νοῦν ὑπήκοα καὶ δοῦλα ἀποφήνας· „δίδωμι γάρ σε“ φησί „θεὸν Φαραώ“ (Exod. 7, 1)· θεὸς δὲ ἔλλειψιν ἢ πρόσθεσιν οὐκ ἀνέχεται πλήρης καὶ ἰσαίτατος ὢν ἑαυτῷ.