Ancient Greek · ~1 min
Section 93
Philo Judaeus, De sacrificiis Abelis et Caini 93
Not analysed yet
τοῦ γε μὴν πιστευθῆναι χάριν ἀπιστούμενοι καταφεύγουσιν ἐφ’ ὅρκον ἄνθρωποι· ὁ δὲ θεὸς καὶ λέγων πιστός ἐστιν, ὥστε καὶ τοὺς λόγους αὐτοῦ βεβαιότητος ἕνεκα μηδὲν ὅρκων διαφέρειν. καὶ συμβέβηκε τὴν μὲν ἡμετέραν γνώμην ὅρκῳ, τὸν δὲ ὅρκον αὐτὸν θεῷ πεπιστῶσθαι· οὐ γὰρ δι’ ὅρκον πιστὸς ὁ θεός, ἀλλὰ δι’ αὐτὸν καὶ ὁ ὅρκος βέβαιος.