Ancient Greek · ~1 min
Section 20
Philo Judaeus, De sobrietate 20
Not analysed yet
οὐκοῦν οὐ τοὺς ὑπὸ τῶν τυχόντων γέροντας νομιζομένους ὡς ἱεροφάντας, ἀλλ’ οὓς ὁ σοφὸς οἶδε μόνος, τῆς τῶν πρεσβυτέρων ἠξίωσε προσρήσεως· οὓς μὲν γὰρ ἂν οὗτος ἀποδοκιμάσῃ καθάπερ ἀργυραμοιβὸς ἀγαθὸς ἐκ τοῦ τῆς ἀρετῆς νομίσματος, κεκιβδηλευμένοι νεωτεροποιοὶ τὰς ψυχὰς ἅπαντες· οὓς δ’ ἂν γνωρίμους ἐθελήσῃ ποιήσασθαι, δόκιμοί τε καὶ τὸ φρόνημα πρεσβύτεροι κατὰ τὸ ἀναγκαῖόν εἰσιν.