Ancient Greek · ~1 min
Section 26
Philo Judaeus, De sobrietate 26
Not analysed yet
ἀνομίᾳ τῇ παρ’ ἀνθρώποις. ἑπόμενος οὖν αὐτῷ καὶ ὥσπερ ἐπὶ προτεθέντα σκοπὸν ἀφιεὶς εὐστόχως τὰ βέλη κατὰ ἀκολουθίαν εἰσάγει τὸν Ἰακὼβ γενέσει μὲν τοῦ Ἠσαῦ νεώτερον —ὅτι ἀφροσύνη μὲν ἐκ πρώτης ἡλικίας ἐστὶν ἡμῖν σύντροφος, ὀψίγονος δ’ ὁ τοῦ καλοῦ ζῆλος —,δυνάμει δὲ πρεσβύτερον· παρὸ καὶ τῶν πρωτοτοκίων ὁ μὲν Ἠσαῦ ἐξίσταται, μεταποιεῖται δ’ οὗτος εἰκότως.