Ancient Greek · ~1 min
Section 31
Philo Judaeus, De sobrietate 31
Not analysed yet
τίνι μέντοι καταρᾶται, σκεπτέον· ἓν γάρ τι καὶ τοῦτο τῶν ἐρεύνης ἀξίων ἐστίν, ἐπειδήπερ οὐ τῷ δοκοῦντι ἡμαρτηκέναι παιδί, ἀλλὰ τῷ ἐκείνου μὲν υἱῷ, ἑαυτοῦ δὲ υἱωνῷ, οὗ φανερὸν οὐδὲν εἴς γε τὸ παρὸν ἀδίκημα, οὐ μικρὸν οὐ μέγα, δεδήλωκεν·