Ancient Greek · ~1 min
Section 34
Philo Judaeus, De sobrietate 34
Not analysed yet
προειπόντες· σχέσις καὶ κίνησις διαφέρουσιν ἀλλήλων· ἡ μὲν γάρ ἐστιν ἠρεμία, φορὰ δὲ ἡ κίνησις· ἧς εἴδη δύο, τὸ μὲν μεταβατικόν, τὸ δὲ περὶ τὸν αὐτὸν τόπον εἰλούμενον. σχέσει μὲν οὖν |ἀδελφὸν ἕξις, κινήσει δ’ ἐνέργεια.