Ancient Greek · ~2 min
Section 42
Philo Judaeus, De sobrietate 42
Not analysed yet
πάλιν τοίνυν κατὰ τὰ ἐναντία μυρίους ἔστιν ἰδεῖν ἀνάνδρους, ἀκολάστους, ἄφρονας, ἀδίκους, ἀσεβεῖς ἐν ταῖς διανοίαις ὑπάρχοντας, τὸ δὲ κακίας ἑκάστης αἶσχος ἀδυνατοῦντας ἐπιδείκνυσθαι δι’ ἀκαιρίαν τῶν εἰς τὸ ἁμαρτάνειν καιρῶν, ἐπειδὰν δὲ τοῦ δύνασθαι πολλὴ καὶ μεγάλη κατασκήψῃ φορά, γῆν καὶ θάλατταν ἄχρι τερμάτων ἀμυθήτων ἀναπιμπλάντας κακῶν καὶ μηδέν, μὴ μικρὸν μὴ μέγα, ἀζήμιον ἐῶντας, ἀλλὰ ῥύμῃ μιᾷ ἀνατρέποντάς τε καὶ φθείροντας·