Ancient Greek
Section 47
Philo Judaeus, De sobrietate 47
Not analysed yet
εἰκότως οὖν ὁ δίκαιος τὰς ἀρὰς τῷ υἱωνῷ Χαναὰν δόξει τίθεσθαι· δόξει δὲ εἶπον, ὅτι δυνάμει τῷ υἱῷ Χὰμ δι’ ἐκείνου καταρᾶται· κινηθεὶς γὰρ πρὸς τὸ ἁμαρτάνειν Χὰμ αὐτὸς γίνεται Χαναάν. ἓν γὰρ τὸ ὑποκείμενον κακία, ἧς τὸ μὲν ἐν σχέσει, τὸ δὲ ἐν κινήσει θεωρεῖται· πρεσβύτερον δὲ κινήσεως σχέσις, ὡς ἐγγόνου λόγον ἔχειν τὸ κινούμενον πρὸς τὸ ἰσχόμενον·