Ancient Greek · ~1 min
Section 54
Philo Judaeus, De sobrietate 54
Not analysed yet
καὶ ὅρα· τίνας ὑπερβολὰς τοῦτο οὐχ ὑπερβάλλει; σχεδὸν γὰρ ἰσότιμος ὁ τούτου λαχὼν γίνεται κόσμῳ· ὅτε γὰρ τὸ ἐπιστατοῦν καὶ κηδόμενον ἀμφοῖν ταὐτόν, καὶ τὰ ἐπιτροπευόμενα κατ’ ἀναγκαῖον εὐθύς ἐστιν ἰσότιμα.