Ancient Greek
Section 58
Philo Judaeus, De sobrietate 58
Not analysed yet
τούτῳ δὴ τῷ τοσούτων καὶ οὕτως ὑπερβαλλόντων καὶ ἀθρόων ἀξιωθέντι ἀγαθῶν τί προσήκει ποιεῖν ἢ λόγοις καὶ ᾠδαῖς καὶ ὕμνοις τὸν εὐεργέτην ἀμείβεσθαι; τοῦτ’ ἔσθ’, ὡς ἔοικεν, ὃ αἰνίττεται διὰ τοῦ „εὐλογημένος κύριος ὁ θεὸς Σήμ“, ἐπειδὴ τῷ τὸν θεὸν ἔχοντι κλῆρον εὐλογεῖν καὶ ἐπαινεῖν αὐτὸν ἁρμόττει μόνον τοῦτ’ ἀντιπαρασχεῖν δυναμένῳ, τὰ δ’ ἄλλα ἀνὰ κράτος πάνθ’ ἁπλῶς ἀδυνατοῦντι.