Ancient Greek · ~2 min
Section 67
Philo Judaeus, De sobrietate 67
Not analysed yet
ἴσως μέντοι τὰ τῆς εὐχῆς καὶ ἐπὶ τὸν ’1άφεθ ἀναφέρεται, ὅπως ἐν τοῖς οἴκοις τοῦ Σὴμ ποιῆται τὰς διατριβάς· τῷ γὰρ καὶ τὰ σώματος καὶ τὰ ἐκτὸς πλεονεκτήματα ἀγαθὰ ἡγουμένῳ καλὸν εὔξασθαι πρὸς μόνον τὸ ψυχῆς ἀναδραμεῖν καὶ μὴ μέχρι τοῦ παντὸς αἰῶνος ἀληθοῦς δόξης διαμαρτεῖν, ἃ κοινὰ καὶ τῶν ἐπαρατοτάτων καὶ κακίστων ἐστίν, ὑγίειαν ἢ πολυχρηματίαν ἢ ὅσα ὁμοιότροπα, νομίσαντα εἶναι ἀγαθά, τῆς ἀψευδοῦς τῶν ἀγαθῶν μερίδος οὐδενὶ φαύλῳ συνταττομένης· ἀκοινώνητον γὰρ φύσει κακῷ τὸ ἀγαθόν.