Ancient Greek · ~3 min
Section 8
Philo Judaeus, De sobrietate 8
Not analysed yet
τὸν γοῦν Ἰσμαὴλ εἰκοσαετίαν ἤδη που βεβιωκότα σχεδὸν κατὰ τὴν πρὸς τὸν ἐν ἀρεταῖς τέλειον Ἰσαὰκ σύγκρισιν ὀνομάζει παιδίον· „ἔλαβε„ γάρ φησιν „ἄρτους καὶ ἀσκὸν ὕδατος καὶ ἔδωκεν Ἄγαρ, καὶ ἐπέθηκεν ἐπὶ τὸν ὦμον καὶ τὸ παιδίον“, ἡνίκα αὐτοὺς οἴκοθεν Ἀβραὰμ ἐξέπεμψε, καὶ πάλιν „ἔρριψε τὸ παιδίον ὑποκάτω μιᾶς ἐλάτης„, καὶ „οὐ μὴ ἴδω τὸν θάνατον τοῦ παιδίου„ (Gen. 21, 14 —16)· καίτοι πρὸ μὲν τῆς γενέσεως Ἰσαὰκ τρισκαίδεκα γεγονὼς ἐτῶν Ἰσμαὴλ περιτέτμηται (Gen. 17,25), περὶ δὲ τὴν ἑπταέτιν ἡλικίαν παυσαμένου τῆς ἐν γάλακτι τροφῆς ἐκείνου τῷ τὴν ἐν παιδιαῖς ἰσότητα φέρεσθαι νόθος γνησίῳ |φυγαδεύεται σὺν τῇ τεκούσῃ.