Ancient Greek
1 to 2
Philo Judaeus, De somniis (lib. i‑ii) 1-2
Not analysed yet
Τὸ τρίτον εἶδος τῶν θεοπέμπτων ὀνείρων ἀναγράφοντες εἰκότως ἂν ἐπίμαχον Μωυσῆν καλοῖμεν, ἵν’, ὡς ἔμαθεν οὐκ εἰδώς, ἀγνοοῦντας καὶ ἡμᾶς ἀναδιδάξῃ περὶ τῶν σημείων, ἕκαστον αὐγάζων. συνίσταται δὲ τὸ τρίτον εἶδος, ὁπόταν ἐν τοῖς ὕπνοις ἐξ ἑαυτῆς ἡ ψυχὴ κινουμένη καὶ ἀναδονοῦσα ἑαυτὴν κορυβαντιᾷ καὶ ἐνθουσιῶσα δυνάμει προγνωστικῇ τὰ μέλλοντα θεσπίζῃ. τὸ μὲν γὰρ πρῶτον ἦν ἄρχοντος τῆς κινήσεως θεοῦ καὶ ὑπηχοῦντος ἀοράτως τὰ ἡμῖν μὲν ἄδηλα, γνώριμα δὲ ἑαυτῷ· τὸ δὲ δεύτερον τῆς ἡμετέρας διανοίας τῇ τῶν ὅλων συγκινουμένης ψυχῇ καὶ θεοφορήτου μανίας ἀναπιμπλαμένης, ᾗ θέμις πολλὰ τῶν ἀποβησομένων προαγορεύειν.