Ancient Greek · ~2 min
Book 1
Philo Judaeus, De somniis (lib. i‑ii) 1.166
Not analysed yet
Μυρία μὲν οὖν ἐστιν ἀοίδιμα τῶν πρὸς ἐπίδειξιν, ἓν δ’ οὖν καὶ τὸ λεχθὲν πρὸ μικροῦ· τὸν μὲν γὰρ γένει πάππον τοῦ ἀσκητοῦ πατέρα εἶπε τὸ λόγιον, τῷ δ’ ὡς ἀληθῶς πατρὶ τὸ τοῦ γεννήσαντος οὐκ ἐπεφήμισεν ὄνομα. λέγει γάρ· „ἐγὼ κύριος ὁ θεὸς Ἀβραὰμ τοῦ πατρός σου„ —καίτοι πάππος οὗτος ἦν —καὶ πάλιν „ὁ θεὸς Ἰσαάκ„ (Gen. 28, 13), εἶτ’ οὐ προστίθησι „τοῦ πατρός σου„.