Ancient Greek · ~5 min
1.167 to 1.171
Philo Judaeus, De somniis (lib. i‑ii) 1.167-171
Not analysed yet
οὔκουν ἄξιον τὴν τούτων αἰτίαν ἐρευνῆσαι; πάνυ γε. τίς οὖν ἐστι, μὴ παρέργως σκοπήσωμεν. τὴν ἀρετὴν ἢ φύσει ἢ ἀσκήσει ἢ μαθήσει περιγίνεσθαί φησι, διὸ καὶ τρεῖς τοὺς γενάρχας τοῦ ἔθνους σοφοὺς πάντας ἀνέγραφεν, ἀπὸ μὲν τῆς αὐτῆς οὐχ ὁρμηθέντας ἰδέας, πρὸς δὲ τὸ αὐτὸ τέλος ἐπειχθέντας. ὁ μὲν γὰρ πρεσβύτατος αὐτῶν Ἀβραὰμ ἡγεμόνι ὁδοῦ τῆς πρὸς τὸ καλὸν ἀγούσης ἐχρήσατο διδασκαλίᾳ, ὡς ἐν ἑτέροις, ὡς ἂν οἷόν τε ᾖ, δείξομεν, ὁ δὲ μέσος Ἰσαὰκ αὐτηκόῳ καὶ αὐτομαθεῖ τῇ φύσει, ὁ δὲ τρίτος Ἰακὼβ ἀσκητικαῖς μελέταις, καθ’ ἃς οἱ ἔναθλοι καὶ ἐναγώνιοι πόνοι. τριῶν οὖν τρόπων ὑπαρχόντων, ἐξ ὧν σοφία περιγίνεται, τοὺς ἄκρους μάλιστα συμβέβηκεν ἡνῶσθαι· τὸ γὰρ ἀσκήσει ἔγγονον τοῦ μαθήσει, τὸ δὲ φύσει συγγενὲς μὲν —ὑποβέβληται γὰρ ὡς ῥίζα πᾶσιν —,ἀνανταγωνίστου δὲ καὶ ἑτοίμου γέρως ἔλαχεν. ὥστε εἰκότως Ἀβραὰμ ὁ βελτιωθεὶς διδασκαλίᾳ πατὴρ Ἰακὼβ λέγεται, τοῦ μελέτῃ συγκροτηθέντος, οὐκ ἄνθρωπος ἀνθρώπου μᾶλλον ἢ δύναμις ἀκουστικὴ πρὸς μάθησιν ἑτοιμοτάτη δυνάμεως ἀσκητικῆς καὶ ἐπιτηδείου πρὸς ἄθλησιν. ἐὰν μέντοι ὁ ἀσκητὴς οὗτος εὐτόνως δράμῃ πρὸς τὸ τέλος καὶ τηλαυγῶς ἴδῃ ἃ πρότερον ἀμυδρῶς ὠνειροπόλει, μετατυπωθεὶς τῷ κρείττονι χαρακτῆρι καὶ προσαγορευθεὶς Ἰσραήλ, ὁ θεὸν ὁρῶν, ἀντὶ τοῦ πτερνίζοντος Ἰακὼβ πατέρα οὐκέτι τὸν μαθόντα Ἀβραάμ, ἀλλὰ τὸν φύσει γεννηθέντα ἀστεῖον Ἰσαὰκ ἐπιγράφεται.