Ancient Greek · ~2 min
Book 1
Philo Judaeus, De somniis (lib. i‑ii) 1.18
Not analysed yet
καὶ πάλιν ὕδωρ ὅτι πολλά τε τῶν εἰρημένων ἔχει κοινὰ πρὸς γῆν καὶ ἐξαίρετα ἕτερα· τὸ μὲν γὰρ αὐτοῦ γλυκύ, τὸ δ’ ἁλμυρόν, τὸ δ’ ἄλλαις διακεκριμένον ἰδέαις· καὶ τὸ μὲν πότιμον, τὸ δ’ οὐ πότιμον—καὶ ἑκάτερον οὐ πᾶσιν, ἀλλ’ οἷς θάτερον, οὐ τὸ ἕτερον, καὶ οἷς μὴ θάτερον, πάντως τὸ ἕτερον —,καὶ τὸ μὲν φύσει ψυχρόν, τὸ δὲ φύσει θερμόν —