Ancient Greek · ~2 min
1.19 to 1.20
Philo Judaeus, De somniis (lib. i‑ii) 1.19-20
Not analysed yet
εἰσὶ γὰρ μυρίαι πολλαχόθι πηγαὶ ζέον ὕδωρ ἐκδιδοῦσαι, οὐ κατὰ γῆν μόνον ἀλλὰ καὶ κατὰ θάλατταν· ἤδη γοῦν ἐφάνησαν φλέβες ἀνομβροῦσαι ζέον ὕδωρ ἐν μέσοις πελάγεσιν, ἃς ἡ τοσαύτη τῶν ἐν κύκλῳ πελαγῶν ἀνάχυσις ἐξ αἰῶνος ἐπικλύζουσα οὐκ ἴσχυσε σβέσαι, ἀλλ’ οὐδ’ ἐπὶ ποσὸν ἀνεῖναι —· καὶ πάλιν ὅτι ὁ ἀὴρ ἔχει φύσιν εἴκουσαν ἀντιπεριιστάμενος τοῖς σώμασιν, ὄργανον ὢν ζωῆς, ἀναπνοῆς, ὁράσεως, ἀκοῆς, τῶν ἄλλων αἰσθήσεων, πυκνότητας καὶ μανότητας κινήσεις τε καὶ ἠρεμίας ἐνδεχόμενος, τροπὰς καὶ μεταβολὰς παντοίας τρεπόμενός τε καὶ μεταβάλλων, χειμῶνας καὶ θέρη γεννῶν καὶ τὰς μετοπωρινὰς καὶ ἐαρινὰς ὥρας, ἐξ ὧν ὁ ἐνιαυτοῦ κύκλος πέφυκε περατοῦσθαι.