Ancient Greek · ~3 min
Book 1
Philo Judaeus, De somniis (lib. i‑ii) 1.189
Not analysed yet
Περὶ μὲν δὴ τούτων ἅλις. ἐφαρμόζει δὲ τῷ αὐτῷ εἴδει καὶ ἕτερος ὄνειρος, ὁ περὶ τῆς ποικίλης ἀγέλης, ὃν περιαναστὰς ὁ φαντασιωθεὶς διηγεῖται φάσκων· "εἶπέ μοι ὁ ἄγγελος τοῦ θεοῦ καθ’ ὕπνον· Ἰακώβ. ἐγὼ δὲ εἶπα· τί ἐστι; καὶ εἶπεν· ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου καὶ ἴδε τοὺς τράγους καὶ τοὺς κριοὺς ἀναβαίνοντας ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας διαλεύκους καὶ ποικίλους καὶ σποδοειδεῖς ῥαντούς. ἑώρακα γὰρ ὅσα σοι Λάβαν ποιεῖ. ἐγώ εἰμι ὁὁ θεὸς ὁὁ ὀφθείς σοι ἐν τόπῳ θεοῦ, οὗ ἤλειψάς μοι στήλην καὶ ηὔξω μοι εὐχήν. νῦν οὖν ἀνάστηθι καὶ ἔξελθε ἐκ τῆς γῆς ταύτης καὶ ἄπελθε εἰς τὴν γῆν τῆς γενέσεώς σου, καὶ ἔσομαι μετὰ σοῦ“ (Gen. 31,11 —13).