Ancient Greek · ~2 min
1.190 to 1.191
Philo Judaeus, De somniis (lib. i‑ii) 1.190-191
Not analysed yet
ὁρᾷς ὅτι θεοπέμπτους ὀνείρους ἀναγράφει ὁ θεῖος λόγος οὐ μόνον τοὺς κατὰ τὸ πρεσβύτατον τῶν αἰτίων προφαινομένους, ἀλλὰ καὶ τοὺς διὰ τῶν ὑποφητῶν αὐτοῦ καὶ ὀπαδῶν ἀγγέλων, οἳ θείας καὶ εὐδαίμονος μοίρας πρὸς τοῦ γεννήσαντος ἠξίωνται πατρός. σκόπει μέντοι καὶ τὸ ἀκόλουθον. ὁ ἱερὸς λόγος τοῖς μὲν ὡς βασιλεὺς ἃ χρὴ πράττειν ἐξ ἐπιτάγματος παραγγέλλει, τοῖς δὲ ὡς γνωρίμοις διδάσκαλος τὰ πρὸς ὠφέλειαν ὑφηγεῖται, τοῖς δὲ ὡς σύμβουλος γνώμας εἰσηγούμενος τὰς ἀρίστας τὸ συμφέρον ἐξ ἑαυτῶν οὐκ εἰδότας μεγάλα ὠφελεῖ, τοῖς δὲ ὡς φίλος ἐπιεικῶς καὶ μετὰ πειθοῦς πολλὰ καὶ τῶν ἀρρήτων ἀναφέρει, ὧν οὐδένα τῶν ἀτελέστων ἐπακοῦσαι θέμις.