Ancient Greek · ~4 min
1.72 to 1.74
Philo Judaeus, De somniis (lib. i‑ii) 1.72-74
Not analysed yet
Τὴν δ’ αἰτίαν ἐπιφέρει, δι’ ἣν τόπῳ ὑπήντησεν· „ἔδυ“ γάρ φησιν „ὁ ἥλιος“ (Gen. 28, 11), οὐχ ὁ φαινόμενος οὗτος, ἀλλὰ τὸ τοῦ ἀοράτου καὶ μεγίστου θεοῦ περιφεγγέστατον καὶ περιαυγέστατον φῶς. τοῦθ’ ὅταν μὲν ἐπιλάμψῃ διανοίᾳ, τὰ δεύτερα λόγων δύεται φέγγη, πολὺ δὲ μᾶλλον οἱ αἰσθητοὶ τόποι πάντες ἐπισκιάζονται· ὅταν δ’ ἑτέρωσε χωρήσῃ, πάντ’ εὐθὺς ἀνίσχει καὶ ἀνατέλλει. μὴ θαυμάσῃς δέ, εἰ ὁ ἥλιος κατὰ τοὺς τῆς ἀλληγορίας κανόνας ἐξομοιοῦται τῷ πατρὶ καὶ ἡγεμόνι τῶν συμπάντων· θεῷ γὰρ ὅμοιον πρὸς ἀλήθειαν μὲν οὐδέν, ἃ δὲ δόξῃ νενόμισται, δύο μόνα ἐστίν, ἀόρατόν τε καὶ ὁρατόν, ψυχὴ μὲν ἀόρατον, ὁρατὸν δὲ ἥλιος. τὴν μὲν οὖν ψυχῆς ἐμφέρειαν δεδήλωκεν ἐν ἑτέροις εἰπών· „ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν“ (Gen. 1,27), καὶ ἐν τῷ κατὰ ἀνδροφόνων τεθέντι νόμῳ πάλιν· „ὁ ἐκχέων αἷμα ἀνθρώπου ἀντὶ τοῦ αἵματος αὐτοῦ ἐκχυθήσεται, ὅτι ἐν εἰκόνι θεοῦ ἐποίησα τὸν ἄνθρωπον“ (Gen. 9,6), τὴν δὲ ἡλίου διὰ συμβόλων μεμήνυκε.