Ancient Greek · ~2 min
Book 1
Philo Judaeus, De somniis (lib. i‑ii) 1.75
Not analysed yet
ῥᾴδιον δὲ καὶ ἄλλως ἐξ ἐπιλογισμοῦ τοῦτο κατιδεῖν, ἐπειδὴ πρῶτον μὲν ὁ θεὸς φῶς ἐστι —„κύριος γὰρ φωτισμός μου καὶ σωτήρ μου“ ἐν ὕμνοις ᾄδεται (Psalm. 26, 1) —καὶ οὐ μόνον φῶς, ἀλλὰ καὶ παντὸς ἑτέρου φωτὸς ἀρχέτυπον, μᾶλλον δὲ παντὸς ἀρχετύπου πρεσβύτερον καὶ ἀνώτερον, λόγον ἔχον παραδείγματος. τὸ μὲν γὰρ παράδειγμα ὁ πληρέστατος ἦν αὐτοῦ λόγος, φῶς —„εἶπε“ γάρ φησιν „ὁ θεός· γενέσθω φῶς“ (Gen. 1,3) —,αὐτὸς δὲ οὐδενὶ τῶν γεγονότων ὅμοιος.