Ancient Greek · ~1 min
1.87 to 1.88
Philo Judaeus, De somniis (lib. i‑ii) 1.87-88
Not analysed yet
λέγεται δὲ κατὰ τέταρτον σημαινόμενον ἥλιος μὲν αὐτὸς ὁ τῶν ὅλων ἡγεμών, ὡς εἶπον ἤδη, δι’ οὗ τὰ ἀνίατα τῶν ἁμαρτημάτων ἀνακαλύπτεται συσκιάζεσθαι δοκοῦντα· πάντα γὰρ ὡς δυνατά, οὕτως καὶ γνώριμα θεῷ. παρὸ καὶ τοὺς καταλυθέντας τῶν τόνων τῶν ψυχικῶν, ἀκολάστως καὶ λαγνίστερον ὁμιλοῦντας ταῖς νοῦ θυγατράσιν, αἰσθήσεσιν, ὡς χαμαιτύπαις καὶ πόρναις, ἐνδειχθησομένους πρὸς ἥλιον ἄγει.