Ancient Greek · ~2 min
Book 1
Philo Judaeus, De somniis (lib. i‑ii) 1.89
Not analysed yet
φησὶ γάρ· „καὶ κατέλυσεν ὁ λαὸς ἐν Σαττὶν“ —ἄκανθαι δ’ ἑρμηνεύεται, παθῶν κεντούντων καὶ τιτρωσκόντων ψυχὴν σύμβολον —,„καὶ ἐβεβηλώθη“ φησίν „ἐκπορνεῦσαι εἰς τὰς θυγατέρας Μωάβ“ —αἱ δέ εἰσιν αἱ αἰσθήσεις, κεκλημέναι νοῦ θυγατέρες· Μωὰβ γὰρ ἐκ πατρὸς ἑρμηνεύεται—, καὶ προστίθησι· „λάβε πάντας τοὺς ἀρχηγοὺς τοῦ λαοῦ καὶ παραδειγμάτισον τῷ κυρίῳ ἀπέναντι τοῦ ἡλίου, καὶ ἀποστραφήσεται ὀργὴ κυρίου ἀπὸ Ἰσραήλ“ (Num. 25, 1. 4).