Ancient Greek · ~7 min
101 to 107
Philo Judaeus, De somniis (lib. i‑ii) 101-107
Not analysed yet
εὐξαίμην ἂν οὖν καὶ αὐτὸς δυνηθῆναι τοῖς γνωσθεῖσιν ὑπὸ τούτων ἐμμεῖναι βεβαίως· ὀπτῆρες γὰρ καὶ κατάσκοποι καὶ ἔφοροι πραγμάτων, οὐ σωμάτων, εἰσὶν ἀκριβοδίκαιοι, πάντα νήφοντες τὸν αἰῶνα, ὡς ὑπὸ μηδενὸς ἔτι τῶν εἰωθότων δελεάζειν ἀπατᾶσθαι. μεθύω δὲ ἄχρι νῦν ἐγὼ καὶ ἀσαφείᾳ πολλῇ κέχρημαι καὶ βάκτρων καὶ τῶν ποδηγετησόντων ὥσπερ οἱ τυφλοὶ δέομαι· σκηριπτομένῳ γὰρ ἐγγένοιτ’ ἂν ἴσως μήτε προσπταίειν μήτε ὀλισθαίνειν. εἰ δέ τινες ἀνεξετάστους καὶ ἀπερισκέπτους εἰδότες ἑαυτοὺς οὐ σπουδάζουσι τοῖς ἐξητακόσιν ἃ χρὴ πάντα ἀκριβῶς καὶ περιεσκεμμένως ἀκολουθεῖν, ἀγνοοῦντες τὴν ὁδὸν ἐπισταμένοις, ἴστωσαν ὅτι δυσαναπορεύτοις βαράθροις περιπαρέντες οὐδ’ ἐπειγόμενοι προελθεῖν ἔτι δυνήσονται. ἐγὼ δὲ ἐκείνοις, ὅταν μικρὸν ἀνεθῶ τῆς μέθης, οὕτως εἰμὶ ἔνσπονδος, ὡς τὸν αὐτὸν ἐχθρὸν καὶ φίλον εἶναι νομίζειν. καὶ νῦν οὐδὲν ἧττον τὸν ἐνυπνιαστήν, ὅτι γε καὶ ἐκεῖνοι, προβαλοῦμαι καὶ στυγήσω· καὶ οὐδεὶς εὖ φρονῶν ἐπὶ τούτῳ μέμψαιτ’ ἄν με τῷ τὰς πλειόνων γνώμας τε καὶ ψήφους ἀεὶ νικᾶν. ἐπειδὰν δὲ πρὸς ἀμείνω βίον μεταβάλῃ καὶ μηκέτ’ ἐνυπνιάζηται μηδὲ ταῖς κεναῖς τῶν κενοδόξων φαντασίαις ἰλυσπώμενος κακοπαθῇ μηδὲ νύκτα καὶ σκότος καὶ πραγμάτων ἀδήλων καὶ ἀτεκμάρτων συντυχίας ὀνειροπολῇ, περιαναστὰς δὲ ἐκ τοῦ βαθέος ὕπνου διατελῇ μὲν ἐγρηγορώς, ἐνάργειαν δὲ πρὸ ἀσαφείας καὶ πρὸ ψευδοῦς ὑπολήψεως ἀλήθειαν καὶ πρὸ νυκτὸς ἡμέραν καὶ φῶς πρὸ σκότους ἀποδέχηται καὶ τὴν μὲν γυναῖκα τοῦ Αἰγυπτίου, σώματος ἡδονήν, εἰς αὐτὴν εἰσελθεῖν καὶ τῆς ὁμιλίας αὐτῆς ἀπολαῦσαι παρακαλοῦσαν ἀποστρέφηται (Gen. 39,7) διὰ πόθον ἐγκρατείας καὶ ζῆλον εὐσεβείας ἄλεκτον, ὧν δὲ ἔδοξεν ἀλλοτριωθῆναι συγγενικῶν καὶ πατρῴων ἀγαθῶν μεταποιῆται πάλιν τὸ ἐπιβάλλον ἀρετῆς ἑαυτῷ μέρος δικαιῶν ἀνακτᾶσθαι καὶ ταῖς κατὰ μικρὸν ἐπανιὼν βελτιώσεσιν ὡς ἐπὶ κορυφῆς τοῦ ἑαυτοῦ βίου καὶ τέλους ἱδρυθεὶς ἀναφθέγξηται, ὃ παθὼν ἀκριβῶς ἔμαθεν, ὅτι „τοῦ θεοῦ“ (Gen. 50, 19) ἐστιν, ἀλλ’ οὐδενὸς ἔτι τῶν εἰς γένεσιν ἡκόντων αἰσθητοῦ τὸ παράπαν,